Septante (AT)

Baruch 6:56

56πῶς οὖν ἐκδεκτέον ἢ νομιστέον ὅτι εἰσὶν θεοί ;

Contexte de Baruch 6:56

54καὶ γὰρ ὅταν ἐμπέσῃ εἰς οἰκίαν θεῶν ξυλίνων ἢ περιχρύσων ἢ περιαργύρων πῦρ, οἱ μὲν ἱερεῖς αὐτῶν φεύξονται καὶ διασωθήσονται, αὐτοὶ δὲ ὥσπερ δοκοὶ μέσοι κατακαυθήσονται. 55βασιλεῖ δὲ καὶ πολεμίοις οὐ μὴ ἀντιστῶσιν. πῶς οὖν ἐκδεκτέον ἢ νομιστέον ὅτι εἰσὶν θεοί ; 57Οὔτε ἀπὸ κλεπτῶν οὔτε ἀπὸ λῃστῶν οὐ μὴ διασωθῶσιν θεοὶ ξύλινοι καὶ περιάργυροι καὶ περίχρυσοι, ὧν οἱ ἰσχύοντες περιελοῦνται τὸ χρυσίον καὶ τὸ ἀργύριον καὶ τὸν ἱματισμὸν τὸν περικείμενον αὐτοῖς ἀπελεύσονται ἔχοντες, οὔτε ἑαυτοῖς οὐ μὴ βοηθήσωσιν· 58ὥστε κρεῖσσον εἶναι βασιλέα ἐπιδεικνύμενον τὴν ἑαυτοῦ ἀνδρείαν ἢ σκεῦος ἐν οἰκίᾳ χρήσιμον, ἐφ ᾧ χρήσεται ὁ κεκτημένος, ἢ οἱ ψευδεῖς θεοί· ἢ καὶ θύρα ἐν οἰκίᾳ διασῴζουσα τὰ ἐν αὐτῇ ὄντα ἢ οἱ ψευδεῖς θεοί, καὶ ξύλινος στῦλος ἐν βασιλείοις ἢ οἱ ψευδεῖς θεοί.

Lire Baruch 6 en entier

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org