Septante (AT)

Baruch 6:25

25ἄνευ ποδῶν ἐπ ὤμοις φέρονται ἐνδεικνύμενοι τὴν ἑαυτῶν ἀτιμίαν τοῖς ἀνθρώποις, αἰσχύνονταί τε καὶ οἱ θεραπεύοντες αὐτὰ διὰ τό, μήποτε ἐπὶ τὴν γῆν πέσῃ, δι αὐτῶν ἀνίστασθαι·

Contexte de Baruch 6:25

23Τὸ γὰρ χρυσίον, ὃ περίκεινται εἰς κάλλος, ἐὰν μή τις ἐκμάξῃ τὸν ἰόν, οὐ μὴ στίλψωσιν· οὐδὲ γάρ, ὅτε ἐχωνεύοντο, ᾐσθάνοντο. 24ἐκ πάσης τιμῆς ἠγορασμένα ἐστίν, ἐν οἷς οὐκ ἔστιν πνεῦμα. ἄνευ ποδῶν ἐπ ὤμοις φέρονται ἐνδεικνύμενοι τὴν ἑαυτῶν ἀτιμίαν τοῖς ἀνθρώποις, αἰσχύνονταί τε καὶ οἱ θεραπεύοντες αὐτὰ διὰ τό, μήποτε ἐπὶ τὴν γῆν πέσῃ, δι αὐτῶν ἀνίστασθαι· 26μήτε ἐάν τις αὐτὸ ὀρθὸν στήσῃ, δι ἑαυτοῦ κινηθήσεται, μήτε ἐὰν κλιθῇ, οὐ μὴ ὀρθωθῇ, ἀλλ ὥσπερ νεκροῖς τὰ δῶρα αὐτοῖς παρατίθεται. 27τὰς δὲ θυσίας αὐτῶν ἀποδόμενοι οἱ ἱερεῖς αὐτῶν καταχρῶνται· ὡσαύτως δὲ καὶ αἱ γυναῖκες αὐτῶν ἀπ αὐτῶν ταριχεύουσαι οὔτε πτωχῷ οὔτε ἀδυνάτῳ μεταδιδόασιν· τῶν θυσιῶν αὐτῶν ἀποκαθημένη καὶ λεχὼ ἅπτονται.

Lire Baruch 6 en entier

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org