Septante (AT)

Baruch 6:11

11περιβεβλημένων αὐτῶν ἱματισμὸν πορφυροῦν, ἐκμάσσονται τὸ πρόσωπον αὐτῶν διὰ τὸν ἐκ τῆς οἰκίας κονιορτόν, ὅς ἐστιν πλείων ἐπ αὐτοῖς.

Contexte de Baruch 6:11

9ἔστι δὲ καὶ ὅτε ὑφαιρούμενοι οἱ ἱερεῖς ἀπὸ τῶν θεῶν αὐτῶν χρυσίον καὶ ἀργύριον εἰς ἑαυτοὺς καταναλώσουσιν, δώσουσιν δὲ ἀπ αὐτῶν καὶ ταῖς ἐπὶ τοῦ τέγους πόρναις. 10κοσμοῦσί τε αὐτοὺς ὡς ἀνθρώπους τοῖς ἐνδύμασιν, θεοὺς ἀργυροῦς καὶ χρυσοῦς καὶ ξυλίνους· οὗτοι δὲ οὐ διασῴζονται ἀπὸ ἰοῦ καὶ βρωμάτων. περιβεβλημένων αὐτῶν ἱματισμὸν πορφυροῦν, ἐκμάσσονται τὸ πρόσωπον αὐτῶν διὰ τὸν ἐκ τῆς οἰκίας κονιορτόν, ὅς ἐστιν πλείων ἐπ αὐτοῖς. 12καὶ σκῆπτρον ἔχει ὡς ἄνθρωπος κριτὴς χώρας, ὃς τὸν εἰς αὐτὸν ἁμαρτάνοντα οὐκ ἀνελεῖ. 13ἔχει δὲ ἐγχειρίδιον ἐν δεξιᾷ καὶ πέλεκυν, ἑαυτὸν δὲ ἐκ πολέμου καὶ λῃστῶν οὐκ ἐξελεῖται.

Lire Baruch 6 en entier

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org