Septante (AT)

Baruch 3:18

18οἱ τὸ ἀργύριον τεκταίνοντες καὶ μεριμνῶντες, καὶ οὐκ ἔστιν ἐξεύρεσις τῶν ἔργων αὐτῶν ;

Contexte de Baruch 3:18

16ποῦ εἰσιν οἱ ἄρχοντες τῶν ἐθνῶν καὶ οἱ κυριεύοντες τῶν θηρίων τῶν ἐπὶ τῆς γῆς, 17οἱ ἐν τοῖς ὀρνέοις τοῦ οὐρανοῦ ἐμπαίζοντες καὶ τὸ ἀργύριον θησαυρίζοντες καὶ τὸ χρυσίον, ᾧ ἐπεποίθεισαν ἄνθρωποι, καὶ οὐκ ἔστιν τέλος τῆς κτήσεως αὐτῶν, οἱ τὸ ἀργύριον τεκταίνοντες καὶ μεριμνῶντες, καὶ οὐκ ἔστιν ἐξεύρεσις τῶν ἔργων αὐτῶν ; 19ἠφανίσθησαν καὶ εἰς ᾅδου κατέβησαν, καὶ ἄλλοι ἀντανέστησαν ἀντ αὐτῶν. 20νεώτεροι εἶδον φῶς καὶ κατῴκησαν ἐπὶ τῆς γῆς, ὁδὸν δὲ ἐπιστήμης οὐκ ἔγνωσαν

Lire Baruch 3 en entier

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org