Septante (AT)
Baruch 2:15
15ἵνα γνῷ πᾶσα ἡ γῆ ὅτι σὺ κύριος ὁ θεὸς ἡμῶν, ὅτι τὸ ὄνομά σου ἐπεκλήθη ἐπὶ Ισραηλ καὶ ἐπὶ τὸ γένος αὐτοῦ.
Contexte de Baruch 2:15
13ἀποστραφήτω ὁ θυμός σου ἀφ ἡμῶν, ὅτι κατελείφθημεν ὀλίγοι ἐν τοῖς ἔθνεσιν, οὗ διέσπειρας ἡμᾶς ἐκεῖ. 14εἰσάκουσον, κύριε, τῆς προσευχῆς ἡμῶν καὶ τῆς δεήσεως ἡμῶν καὶ ἐξελοῦ ἡμᾶς ἕνεκεν σοῦ καὶ δὸς ἡμῖν χάριν κατὰ πρόσωπον τῶν ἀποικισάντων ἡμᾶς, ἵνα γνῷ πᾶσα ἡ γῆ ὅτι σὺ κύριος ὁ θεὸς ἡμῶν, ὅτι τὸ ὄνομά σου ἐπεκλήθη ἐπὶ Ισραηλ καὶ ἐπὶ τὸ γένος αὐτοῦ. 16κύριε, κάτιδε ἐκ τοῦ οἴκου τοῦ ἁγίου σου καὶ ἐννόησον εἰς ἡμᾶς· κλῖνον, κύριε, τὸ οὖς σου καὶ ἄκουσον· 17ἄνοιξον, κύριε, τοὺς ὀφθαλμούς σου καὶ ἰδέ· ὅτι οὐχ οἱ τεθνηκότες ἐν τῷ ᾅδῃ, ὧν ἐλήμφθη τὸ πνεῦμα αὐτῶν ἀπὸ τῶν σπλάγχνων αὐτῶν, δώσουσιν δόξαν καὶ δικαίωμα τῷ κυρίῳ,
Lire Baruch 2 en entierSeptante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org