Septante (AT)
Baruch 2:11
11καὶ νῦν, κύριε ὁ θεὸς Ισραηλ, ὃς ἐξήγαγες τὸν λαόν σου ἐκ γῆς Αἰγύπτου ἐν χειρὶ κραταιᾷ καὶ ἐν σημείοις καὶ ἐν τέρασιν καὶ ἐν δυνάμει μεγάλῃ καὶ ἐν βραχίονι ὑψηλῷ καὶ ἐποίησας σεαυτῷ ὄνομα ὡς ἡ ἡμέρα αὕτη,
Contexte de Baruch 2:11
9καὶ ἐγρηγόρησεν κύριος ἐπὶ τοῖς κακοῖς, καὶ ἐπήγαγε κύριος ἐφ ἡμᾶς, ὅτι δίκαιος ὁ κύριος ἐπὶ πάντα τὰ ἔργα αὐτοῦ, ἃ ἐνετείλατο ἡμῖν. 10καὶ οὐκ ἠκούσαμεν τῆς φωνῆς αὐτοῦ πορεύεσθαι τοῖς προστάγμασιν κυρίου, οἷς ἔδωκεν κατὰ πρόσωπον ἡμῶν. καὶ νῦν, κύριε ὁ θεὸς Ισραηλ, ὃς ἐξήγαγες τὸν λαόν σου ἐκ γῆς Αἰγύπτου ἐν χειρὶ κραταιᾷ καὶ ἐν σημείοις καὶ ἐν τέρασιν καὶ ἐν δυνάμει μεγάλῃ καὶ ἐν βραχίονι ὑψηλῷ καὶ ἐποίησας σεαυτῷ ὄνομα ὡς ἡ ἡμέρα αὕτη, 12ἡμάρτομεν ἠσεβήσαμεν ἠδικήσαμεν, κύριε ὁ θεὸς ἡμῶν, ἐπὶ πᾶσιν τοῖς δικαιώμασίν σου. 13ἀποστραφήτω ὁ θυμός σου ἀφ ἡμῶν, ὅτι κατελείφθημεν ὀλίγοι ἐν τοῖς ἔθνεσιν, οὗ διέσπειρας ἡμᾶς ἐκεῖ.
Lire Baruch 2 en entierSeptante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org