Septante (AT)

Baruch 1:7

7καὶ ἀπέστειλαν εἰς Ιερουσαλημ πρὸς Ιωακιμ υἱὸν Χελκιου υἱοῦ Σαλωμ τὸν ἱερέα καὶ πρὸς τοὺς ἱερεῖς καὶ πρὸς πάντα τὸν λαὸν τοὺς εὑρεθέντας μετ αὐτοῦ ἐν Ιερουσαλημ

Contexte de Baruch 1:7

5καὶ ἔκλαιον καὶ ἐνήστευον καὶ ηὔχοντο ἐναντίον κυρίου 6καὶ συνήγαγον ἀργύριον, καθὰ ἑκάστου ἠδύνατο ἡ χείρ, καὶ ἀπέστειλαν εἰς Ιερουσαλημ πρὸς Ιωακιμ υἱὸν Χελκιου υἱοῦ Σαλωμ τὸν ἱερέα καὶ πρὸς τοὺς ἱερεῖς καὶ πρὸς πάντα τὸν λαὸν τοὺς εὑρεθέντας μετ αὐτοῦ ἐν Ιερουσαλημ 8ἐν τῷ λαβεῖν αὐτὸν τὰ σκεύη οἴκου κυρίου τὰ ἐξενεχθέντα ἐκ τοῦ ναοῦ ἀποστρέψαι εἰς γῆν Ιουδα τῇ δεκάτῃ τοῦ Σιουαν, σκεύη ἀργυρᾶ, ἃ ἐποίησεν Σεδεκιας υἱὸς Ιωσια βασιλεὺς Ιουδα 9μετὰ τὸ ἀποικίσαι Ναβουχοδονοσορ βασιλέα Βαβυλῶνος τὸν Ιεχονιαν καὶ τοὺς ἄρχοντας καὶ τοὺς δεσμώτας καὶ τοὺς δυνατοὺς καὶ τὸν λαὸν τῆς γῆς ἀπὸ Ιερουσαλημ καὶ ἤγαγεν αὐτὸν εἰς Βαβυλῶνα.

Lire Baruch 1 en entier

Dans les dictionnaires

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org