Septante (AT)
4 Maccabées 9:4
4χαλεπώτερον γὰρ αὐτοῦ τοῦ θανάτου νομίζομεν εἶναί σου τὸν ἐπὶ τῇ παρανόμῳ σωτηρίᾳ ἡμῶν ἔλεον.
Contexte de 4 Maccabées 9:4
2αἰσχυνόμεθα γὰρ τοὺς προγόνους ἡμῶν εἰκότως, εἰ μὴ τῇ τοῦ νόμου εὐπειθείᾳ καὶ συμβούλῳ Μωυσεῖ χρησαίμεθα. 3σύμβουλε τύραννε παρανομίας, μὴ ἡμᾶς μισῶν ὑπὲρ αὐτοὺς ἡμᾶς ἐλέα. χαλεπώτερον γὰρ αὐτοῦ τοῦ θανάτου νομίζομεν εἶναί σου τὸν ἐπὶ τῇ παρανόμῳ σωτηρίᾳ ἡμῶν ἔλεον. 5ἐκφοβεῖς δὲ ἡμᾶς τὸν διὰ τῶν βασάνων θάνατον ἡμῖν ἀπειλῶν ὥσπερ οὐχὶ πρὸ βραχέως παρ Ελεαζαρου μαθών. 6εἰ δ οἱ γέροντες τῶν Εβραίων διὰ τὴν εὐσέβειαν καὶ βασανισμοὺς ὑπομείναντες εὐσέβησαν, ἀποθάνοιμεν ἂν δικαιότερον ἡμεῖς οἱ νέοι τὰς βασάνους τῶν σῶν ἀναγκῶν ὑπεριδόντες, ἃς καὶ ὁ παιδευτὴς ἡμῶν γέρων ἐνίκησεν.
Lire 4 Maccabées 9 en entierSeptante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org