Septante (AT)

4 Maccabées 9:13

13περὶ ὃν κατατεινόμενος ὁ εὐγενὴς νεανίας ἔξαρθρος ἐγίνετο.

Contexte de 4 Maccabées 9:13

11ὅθεν τὸν πρεσβύτατον αὐτῶν κελευσθέντες παρῆγον οἱ ὑπασπισταὶ καὶ διαρρήξαντες τὸν χιτῶνα διέδησαν τὰς χεῖρας αὐτοῦ καὶ τοὺς βραχίονας ἱμᾶσιν ἑκατέρωθεν. 12ὡς δὲ τύπτοντες ταῖς μάστιξιν ἐκοπίασαν μηδὲν ἀνύοντες, ἀνέβαλον αὐτὸν ἐπὶ τὸν τροχόν· περὶ ὃν κατατεινόμενος ὁ εὐγενὴς νεανίας ἔξαρθρος ἐγίνετο. 14καὶ κατὰ πᾶν μέλος κλώμενος ἐκακηγόρει λέγων 15Τύραννε μιαρώτατε καὶ τῆς οὐρανίου δίκης ἐχθρὲ καὶ ὠμόφρων, οὐκ ἀνδροφονήσαντά με τοῦτον καταικίζεις τὸν τρόπον οὐδὲ ἀσεβήσαντα ἀλλὰ θείου νόμου προασπίζοντα.

Lire 4 Maccabées 9 en entier

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org