Septante (AT)
4 Maccabées 9:10
10Ταῦτα αὐτῶν εἰπόντων οὐ μόνον ὡς κατὰ ἀπειθούντων ἐχαλέπαινεν ὁ τύραννος, ἀλλὰ καὶ ὡς κατὰ ἀχαρίστων ὠργίσθη.
Contexte de 4 Maccabées 9:10
8ἡμεῖς μὲν γὰρ διὰ τῆσδε τῆς κακοπαθείας καὶ ὑπομονῆς τὰ τῆς ἀρετῆς ἆθλα ἕξομεν καὶ ἐσόμεθα παρὰ θεῷ, δι ὃν καὶ πάσχομεν· 9σὺ δὲ διὰ τὴν ἡμῶν μιαιφονίαν αὐτάρκη καρτερήσεις ὑπὸ τῆς θείας δίκης αἰώνιον βάσανον διὰ πυρός. Ταῦτα αὐτῶν εἰπόντων οὐ μόνον ὡς κατὰ ἀπειθούντων ἐχαλέπαινεν ὁ τύραννος, ἀλλὰ καὶ ὡς κατὰ ἀχαρίστων ὠργίσθη. 11ὅθεν τὸν πρεσβύτατον αὐτῶν κελευσθέντες παρῆγον οἱ ὑπασπισταὶ καὶ διαρρήξαντες τὸν χιτῶνα διέδησαν τὰς χεῖρας αὐτοῦ καὶ τοὺς βραχίονας ἱμᾶσιν ἑκατέρωθεν. 12ὡς δὲ τύπτοντες ταῖς μάστιξιν ἐκοπίασαν μηδὲν ἀνύοντες, ἀνέβαλον αὐτὸν ἐπὶ τὸν τροχόν·
Lire 4 Maccabées 9 en entierSeptante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org