Septante (AT)
4 Maccabées 8:6
6δυναίμην δ ἂν ὥσπερ κολάζειν τοὺς ἀπειθοῦντάς μου τοῖς ἐπιτάγμασιν, οὕτω καὶ εὐεργετεῖν τοὺς εὐπειθοῦντάς μοι.
Contexte de 4 Maccabées 8:6
4οὓς ἰδὼν ὁ τύραννος καθάπερ ἐν χορῷ μέσην τὴν μητέρα περιέχοντας ἥσθετο ἐπ αὐτοῖς καὶ τῆς εὐπρεπείας ἐκπλαγεὶς καὶ τῆς εὐγενείας προσεμειδίασεν αὐτοῖς καὶ πλησίον καλέσας ἔφη 5Ὦ νεανίαι, φιλοφρόνως ἐγὼ καθ ἑνὸς ἑκάστου ὑμῶν θαυμάζω, τὸ κάλλος καὶ τὸ πλῆθος τοσούτων ἀδελφῶν ὑπερτιμῶν οὐ μόνον συμβουλεύω μὴ μανῆναι τὴν αὐτὴν τῷ προβασανισθέντι γέροντι μανίαν, ἀλλὰ καὶ παρακαλῶ συνείξαντάς μοι τῆς ἐμῆς ἀπολαύειν φιλίας· δυναίμην δ ἂν ὥσπερ κολάζειν τοὺς ἀπειθοῦντάς μου τοῖς ἐπιτάγμασιν, οὕτω καὶ εὐεργετεῖν τοὺς εὐπειθοῦντάς μοι. 7πιστεύσατε οὖν καὶ ἀρχὰς ἐπὶ τῶν ἐμῶν πραγμάτων ἡγεμονικὰς λήμψεσθε ἀρνησάμενοι τὸν πάτριον ὑμῶν τῆς πολιτείας θεσμόν· 8καὶ μεταλαβόντες Ἑλληνικοῦ βίου καὶ μεταδιαιτηθέντες ἐντρυφήσατε ταῖς νεότησιν ὑμῶν·
Lire 4 Maccabées 8 en entierSeptante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org