Septante (AT)
4 Maccabées 8:17
17Ὦ τάλανες ἡμεῖς καὶ λίαν ἀνόητοι· βασιλέως ἡμᾶς καλοῦντος καὶ ἐπὶ εὐεργεσίᾳ παρακαλοῦντος, εἰ πεισθείημεν αὐτῷ,
Contexte de 4 Maccabées 8:17
15Οἱ δὲ ἀκούσαντες ἐπαγωγὰ καὶ ὁρῶντες δεινὰ οὐ μόνον οὐκ ἐφοβήθησαν, ἀλλὰ καὶ ἀντεφιλοσόφησαν τῷ τυράννῳ καὶ διὰ τῆς εὐλογιστίας τὴν τυραννίδα αὐτοῦ κατέλυσαν. 16καίτοι λογισώμεθα, εἰ δειλόψυχοί τινες ἦσαν ἐν αὐτοῖς καὶ ἄνανδροι, ποίοις ἂν ἐχρήσαντο λόγοις ; οὐχὶ τούτοις ; Ὦ τάλανες ἡμεῖς καὶ λίαν ἀνόητοι· βασιλέως ἡμᾶς καλοῦντος καὶ ἐπὶ εὐεργεσίᾳ παρακαλοῦντος, εἰ πεισθείημεν αὐτῷ, 18τί βουλήμασιν κενοῖς ἑαυτοὺς εὐφραίνομεν καὶ θανατηφόρον ἀπείθειαν τολμῶμεν ; 19οὐ φοβηθησόμεθα, ἄνδρες ἀδελφοί, τὰ βασανιστήρια καὶ λογιούμεθα τὰς τῶν βασάνων ἀπειλὰς καὶ φευξόμεθα τὴν κενοδοξίαν ταύτην καὶ ὀλεθροφόρον ἀλαζονείαν ;
Lire 4 Maccabées 8 en entierSeptante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org