Septante (AT)
4 Maccabées 7:9
9σύ, πάτερ, τὴν εὐνομίαν ἡμῶν διὰ τῶν ὑπομονῶν εἰς δόξαν ἐκύρωσας καὶ τὴν ἁγιαστίαν σεμνολογήσας οὐ κατέλυσας καὶ διὰ τῶν ἔργων ἐπιστοποίησας τοὺς τῆς θείας φιλοσοφίας σου λόγους,
Contexte de 4 Maccabées 7:9
7ὦ σύμφωνε νόμου καὶ φιλόσοφε θείου βίου. 8τοιούτους δεῖ εἶναι τοὺς δημιουργοῦντας τὸν νόμον ἰδίῳ αἵματι καὶ γενναίῳ ἱδρῶτι τοῖς μέχρι θανάτου πάθεσιν ὑπερασπίζοντας. σύ, πάτερ, τὴν εὐνομίαν ἡμῶν διὰ τῶν ὑπομονῶν εἰς δόξαν ἐκύρωσας καὶ τὴν ἁγιαστίαν σεμνολογήσας οὐ κατέλυσας καὶ διὰ τῶν ἔργων ἐπιστοποίησας τοὺς τῆς θείας φιλοσοφίας σου λόγους, 10ὦ βασάνων βιαιότερε γέρων καὶ πυρὸς εὐτονώτερε πρεσβῦτα καὶ παθῶν μέγιστε βασιλεῦ Ελεαζαρ. 11ὥσπερ γὰρ ὁ πατὴρ Ααρων τῷ θυμιατηρίῳ καθωπλισμένος διὰ τοῦ ἐθνοπλήθους ἐπιτρέχων τὸν ἐμπυριστὴν ἐνίκησεν ἄγγελον,
Lire 4 Maccabées 7 en entierSeptante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org