Septante (AT)
4 Maccabées 5:17
17διὸ δὴ κατ οὐδένα τρόπον παρανομεῖν ἀξιοῦμεν.
Contexte de 4 Maccabées 5:17
15καὶ λαβὼν τοῦ λέγειν ἐξουσίαν ἤρξατο δημηγορεῖν οὕτως 16Ἡμεῖς, Ἀντίοχε, θείῳ πεπεισμένοι νόμῳ πολιτεύεσθαι οὐδεμίαν ἀνάγκην βιαιοτέραν εἶναι νομίζομεν τῆς πρὸς τὸν νόμον ἡμῶν εὐπειθείας· διὸ δὴ κατ οὐδένα τρόπον παρανομεῖν ἀξιοῦμεν. 18καίτοι εἰ κατὰ ἀλήθειαν μὴ ἦν ὁ νόμος ἡμῶν, ὡς ὑπολαμβάνεις, θεῖος, ἄλλως δὲ ἐνομίζομεν αὐτὸν εἶναι θεῖον, οὐδὲ οὕτως ἐξὸν ἦν ἡμῖν τὴν ἐπὶ τῇ εὐσεβείᾳ δόξαν ἀκυρῶσαι. 19μὴ μικρὰν οὖν εἶναι νομίσῃς ταύτην, εἰ μιαροφαγήσαιμεν, ἁμαρτίαν·
Lire 4 Maccabées 5 en entierSeptante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org