Septante (AT)

4 Maccabées 4:6

6προσελθὼν ταῖς τοῦ βασιλέως ἐντολαῖς ἥκειν ἔλεγεν ὅπως τὰ ἰδιωτικὰ τοῦ γαζοφυλακίου λάβοι χρήματα.

Contexte de 4 Maccabées 4:6

4τούτων ἕκαστα γνοὺς ὁ Ἀπολλώνιος τὸν μὲν Σιμωνα τῆς εἰς τὸν βασιλέα κηδεμονίας ἐπαινεῖ, πρὸς δὲ τὸν Σέλευκον ἀναβὰς κατεμήνυσε τὸν τῶν χρημάτων θησαυρόν. 5καὶ λαβὼν τὴν περὶ αὐτῶν ἐξουσίαν ταχὺ εἰς τὴν πατρίδα ἡμῶν μετὰ τοῦ καταράτου Σιμωνος καὶ βαρυτάτου στρατοῦ προσελθὼν ταῖς τοῦ βασιλέως ἐντολαῖς ἥκειν ἔλεγεν ὅπως τὰ ἰδιωτικὰ τοῦ γαζοφυλακίου λάβοι χρήματα. 7καὶ τοῦ ἔθνους πρὸς τὸν λόγον σχετλιάζοντος ἀντιλέγοντός τε, πάνδεινον εἶναι νομίσαντες εἰ οἱ τὰς παρακαταθήκας πιστεύσαντες τῷ ἱερῷ θησαυρῷ στερηθήσονται, ὡς οἷόν τε ἦν ἐκώλυον. 8μετὰ ἀπειλῶν δὲ ὁ Ἀπολλώνιος ἀπῄει εἰς τὸ ἱερόν.

Lire 4 Maccabées 4 en entier

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org