Septante (AT)
4 Maccabées 4:12
12ἔλεγεν γὰρ ἡμαρτηκὼς ὥστε καὶ ἀποθανεῖν ἄξιος ὑπάρχειν πᾶσίν τε ἀνθρώποις ὑμνήσειν σωθεὶς τὴν τοῦ ἱεροῦ τόπου μακαριότητα.
Contexte de 4 Maccabées 4:12
10ἀνιόντος τε μετὰ καθωπλισμένης τῆς στρατιᾶς τοῦ Ἀπολλωνίου πρὸς τὴν τῶν χρημάτων ἁρπαγὴν οὐρανόθεν ἔφιπποι προυφάνησαν ἄγγελοι περιαστράπτοντες τοῖς ὅπλοις καὶ πολὺν αὐτοῖς φόβον τε καὶ τρόμον ἐνιέντες. 11καταπεσών γέ τοι ἡμιθανὴς ὁ Ἀπολλώνιος ἐπὶ τὸν πάμφυλον τοῦ ἱεροῦ περίβολον τὰς χεῖρας ἐξέτεινεν εἰς τὸν οὐρανὸν καὶ μετὰ δακρύων τοὺς Εβραίους παρεκάλει ὅπως περὶ αὐτοῦ προσευξάμενοι τὸν οὐράνιον ἐξευμενίσωνται στρατόν. ἔλεγεν γὰρ ἡμαρτηκὼς ὥστε καὶ ἀποθανεῖν ἄξιος ὑπάρχειν πᾶσίν τε ἀνθρώποις ὑμνήσειν σωθεὶς τὴν τοῦ ἱεροῦ τόπου μακαριότητα. 13τούτοις ὑπαχθεὶς τοῖς λόγοις Ονιας ὁ ἀρχιερεύς, καίπερ ἄλλως εὐλαβηθείς, μήποτε νομίσειεν ὁ βασιλεὺς Σέλευκος ἐξ ἀνθρωπίνης ἐπιβουλῆς καὶ μὴ θείας δίκης ἀνῃρῆσθαι τὸν Ἀπολλώνιον ηὔξατο περὶ αὐτοῦ. 14καὶ ὁ μὲν παραδόξως διασωθεὶς ᾤχετο δηλώσων τῷ βασιλεῖ τὰ συμβάντα αὐτῷ.
Lire 4 Maccabées 4 en entierSeptante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org