Septante (AT)
4 Maccabées 3:15
15ὁ δὲ καίπερ τῇ δίψῃ διαπυρούμενος ἐλογίσατο πάνδεινον εἶναι κίνδυνον ψυχῇ λογισθὲν ἰσοδύναμον ποτὸν αἵματι,
Contexte de 4 Maccabées 3:15
13καὶ λαθόντες τοὺς τῶν πυλῶν ἀκροφύλακας διεξῄεσαν ἀνερευνώμενοι κατὰ πᾶν τὸ τῶν πολεμίων στρατόπεδον 14καὶ ἀνευράμενοι τὴν πηγὴν ἐξ αὐτῆς θαρραλέως ἐκόμισαν τῷ βασιλεῖ τὸ ποτόν· ὁ δὲ καίπερ τῇ δίψῃ διαπυρούμενος ἐλογίσατο πάνδεινον εἶναι κίνδυνον ψυχῇ λογισθὲν ἰσοδύναμον ποτὸν αἵματι, 16ὅθεν ἀντιθεὶς τῇ ἐπιθυμίᾳ τὸν λογισμὸν ἔσπεισεν τὸ πόμα τῷ θεῷ. 17δυνατὸς γὰρ ὁ σώφρων νοῦς νικῆσαι τὰς τῶν παθῶν ἀνάγκας καὶ σβέσαι τὰς τῶν οἴστρων φλεγμονὰς
Lire 4 Maccabées 3 en entierSeptante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org