Septante (AT)
4 Maccabées 16:5
5Καὶ γὰρ τοῦτο ἐπιλογίσασθε, ὅτι δειλόψυχος εἰ ἦν ἡ γυνὴ καίπερ μήτηρ οὖσα, ὠλοφύρετο ἂν ἐπ αὐτοῖς καὶ ἴσως ἂν ταῦτα εἶπεν
Contexte de 4 Maccabées 16:5
3καὶ οὐχ οὕτως οἱ περὶ Δανιηλ λέοντες ἦσαν ἄγριοι οὐδὲ ἡ Μισαηλ ἐκφλεγομένη κάμινος λαβροτάτῳ πυρί, ὡς ἡ τῆς φιλοτεκνίας περιέκαιεν ἐκείνην φύσις ὁρῶσαν αὐτῆς οὕτως ποικίλως βασανιζομένους τοὺς ἑπτὰ υἱούς. 4ἀλλὰ τῷ λογισμῷ τῆς εὐσεβείας κατέσβεσεν τὰ τοσαῦτα καὶ τηλικαῦτα πάθη ἡ μήτηρ. Καὶ γὰρ τοῦτο ἐπιλογίσασθε, ὅτι δειλόψυχος εἰ ἦν ἡ γυνὴ καίπερ μήτηρ οὖσα, ὠλοφύρετο ἂν ἐπ αὐτοῖς καὶ ἴσως ἂν ταῦτα εἶπεν 6Ὦ μελέα ἔγωγε καὶ πολλάκις τρισαθλία, ἥτις ἑπτὰ παῖδας τεκοῦσα οὐδενὸς μήτηρ γεγένημαι. 7ὦ μάταιοι ἑπτὰ κυοφορίαι καὶ ἀνόνητοι ἑπτὰ δεκάμηνοι καὶ ἄκαρποι τιθηνίαι καὶ ταλαίπωροι γαλακτοτροφίαι.
Lire 4 Maccabées 16 en entierSeptante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org