Septante (AT)

4 Maccabées 16:21

21καὶ Δανιηλ ὁ δίκαιος εἰς λέοντας ἐβλήθη, καὶ Ανανιας καὶ Αζαριας καὶ Μισαηλ εἰς κάμινον πυρὸς ἀπεσφενδονήθησαν καὶ ὑπέμειναν διὰ τὸν θεόν.

Contexte de 4 Maccabées 16:21

19καὶ διὰ τοῦτο ὀφείλετε πάντα πόνον ὑπομένειν διὰ τὸν θεόν, 20δι ὃν καὶ ὁ πατὴρ ἡμῶν Αβρααμ ἔσπευδεν τὸν ἐθνοπάτορα υἱὸν σφαγιάσαι Ισαακ, καὶ τὴν πατρῴαν χεῖρα ξιφηφόρον καταφερομένην ἐπ αὐτὸν ὁρῶν οὐκ ἔπτηξεν. καὶ Δανιηλ ὁ δίκαιος εἰς λέοντας ἐβλήθη, καὶ Ανανιας καὶ Αζαριας καὶ Μισαηλ εἰς κάμινον πυρὸς ἀπεσφενδονήθησαν καὶ ὑπέμειναν διὰ τὸν θεόν. 22καὶ ὑμεῖς οὖν τὴν αὐτὴν πίστιν πρὸς τὸν θεὸν ἔχοντες μὴ χαλεπαίνετε. 23ἀλόγιστον γὰρ εἰδότας εὐσέβειαν μὴ ἀνθίστασθαι τοῖς πόνοις.

Lire 4 Maccabées 16 en entier

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org