Septante (AT)
4 Maccabées 16:12
12Ἀλλὰ τούτῳ τῷ θρήνῳ οὐδένα ὠλοφύρετο ἡ ἱερὰ καὶ θεοσεβὴς μήτηρ οὐδ ἵνα μὴ ἀποθάνωσιν ἀπέτρεπεν αὐτῶν τινα οὐδ ὡς ἀποθνῃσκόντων ἐλυπήθη,
Contexte de 4 Maccabées 16:12
10ὦ ἡ πολύπαις καὶ καλλίπαις ἐγὼ γυνὴ χήρα καὶ μόνη πολύθρηνος· 11οὐδ ἂν ἀποθάνω, θάπτοντα τῶν υἱῶν ἕξω τινά. Ἀλλὰ τούτῳ τῷ θρήνῳ οὐδένα ὠλοφύρετο ἡ ἱερὰ καὶ θεοσεβὴς μήτηρ οὐδ ἵνα μὴ ἀποθάνωσιν ἀπέτρεπεν αὐτῶν τινα οὐδ ὡς ἀποθνῃσκόντων ἐλυπήθη, 13ἀλλ ὥσπερ ἀδαμάντινον ἔχουσα τὸν νοῦν καὶ εἰς ἀθανασίαν ἀνατίκτουσα τὸν τῶν υἱῶν ἀριθμὸν μᾶλλον ὑπὲρ τῆς εὐσεβείας ἐπὶ τὸν θάνατον αὐτοὺς προετρέπετο ἱκετεύουσα. 14ὦ μῆτερ δι εὐσέβειαν θεοῦ στρατιῶτι πρεσβῦτι καὶ γύναι, διὰ καρτερίαν καὶ τύραννον ἐνίκησας καὶ ἔργοις δυνατωτέρα καὶ λόγοις εὑρέθης ἀνδρός.
Lire 4 Maccabées 16 en entierSeptante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org