Septante (AT)
4 Maccabées 14:6
6καθάπερ αἱ χεῖρες καὶ οἱ πόδες συμφώνως τοῖς τῆς ψυχῆς ἀφηγήμασιν κινοῦνται, οὕτως οἱ ἱεροὶ μείρακες ἐκεῖνοι ὡς ὑπὸ ψυχῆς ἀθανάτου τῆς εὐσεβείας πρὸς τὸν ὑπὲρ αὐτῆς συνεφώνησαν θάνατον.
Contexte de 4 Maccabées 14:6
4οὐδεῖς ἐκ τῶν ἑπτὰ μειρακίων ἐδειλίασεν οὐδὲ πρὸς τὸν θάνατον ὤκνησεν, 5ἀλλὰ πάντες ὥσπερ ἐπ ἀθανασίας ὁδὸν τρέχοντες ἐπὶ τὸν διὰ τῶν βασάνων θάνατον ἔσπευδον. καθάπερ αἱ χεῖρες καὶ οἱ πόδες συμφώνως τοῖς τῆς ψυχῆς ἀφηγήμασιν κινοῦνται, οὕτως οἱ ἱεροὶ μείρακες ἐκεῖνοι ὡς ὑπὸ ψυχῆς ἀθανάτου τῆς εὐσεβείας πρὸς τὸν ὑπὲρ αὐτῆς συνεφώνησαν θάνατον. 7ὦ πανάγιε συμφώνων ἀδελφῶν ἑβδομάς. καθάπερ γὰρ ἑπτὰ τῆς κοσμοποιίας ἡμέραι περὶ τὴν εὐσέβειαν, 8οὕτως περὶ τὴν ἑβδομάδα χορεύοντες οἱ μείρακες ἐκύκλουν τὸν τῶν βασάνων φόβον καταλύοντες.
Lire 4 Maccabées 14 en entierSeptante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org