Septante (AT)
4 Maccabées 14:17
17εἰ δὲ καὶ μὴ δύναιντο κωλύειν, περιιπτάμενα κυκλόθεν αὐτῶν ἀλγοῦντα τῇ στοργῇ ἀνακαλούμενα τῇ ἰδίᾳ φωνῇ, καθ ὃ δύναται, βοηθεῖ τοῖς τέκνοις.
Contexte de 4 Maccabées 14:17
15καὶ γὰρ τῶν πετεινῶν τὰ μὲν ἥμερα κατὰ τὰς οἰκίας ὀροφοιτοῦντα προασπίζει τῶν νεοττῶν, 16τὰ δὲ κατὰ κορυφὰς ὀρέων καὶ φαράγγων ἀπορρῶγας καὶ δένδρων ὀπὰς καὶ τὰς τούτων ἄκρας ἐννοσσοποιησάμενα ἀποτίκτει καὶ τὸν προσιόντα κωλύει· εἰ δὲ καὶ μὴ δύναιντο κωλύειν, περιιπτάμενα κυκλόθεν αὐτῶν ἀλγοῦντα τῇ στοργῇ ἀνακαλούμενα τῇ ἰδίᾳ φωνῇ, καθ ὃ δύναται, βοηθεῖ τοῖς τέκνοις. 18καὶ τί δεῖ τὴν διὰ τῶν ἀλόγων ζῴων ἐπιδεικνύναι πρὸς τὰ τέκνα συμπάθειαν, 19ὅπου γε καὶ μέλισσαι περὶ τὸν τῆς κηρογονίας καιρὸν ἐπαμύνονται τοὺς προσιόντας καὶ καθάπερ σιδήρῳ τῷ κέντρῳ πλήσσουσι τοὺς προσιόντας τῇ νοσσιᾷ αὐτῶν καὶ ἀπαμύνουσιν ἕως θανάτου ;
Lire 4 Maccabées 14 en entierSeptante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org