Septante (AT)
4 Maccabées 11:21
21ἀνίκητος γάρ ἐστιν, ὦ τύραννε, ἡ εὐσεβὴς ἐπιστήμη.
Contexte de 4 Maccabées 11:21
19καὶ ὀβελίσκους ὀξεῖς πυρώσαντες τοῖς νώτοις προσέφερον καὶ τὰ πλευρὰ διαπείραντες αὐτοῦ τὰ σπλάγχνα διέκαιον. 20ὁ δὲ βασανιζόμενος Ὦ ἱεροπρεποῦς ἀγῶνος, ἔλεγεν, ἐφ ὃν διὰ τὴν εὐσέβειαν εἰς γυμνασίαν πόνων ἀδελφοὶ τοσοῦτοι κληθέντες οὐκ ἐνικήθημεν. ἀνίκητος γάρ ἐστιν, ὦ τύραννε, ἡ εὐσεβὴς ἐπιστήμη. 22καλοκἀγαθίᾳ καθωπλισμένος τεθνήξομαι κἀγὼ μετὰ τῶν ἀδελφῶν μου 23μέγαν σοὶ καὶ αὐτὸς προσβάλλων ἀλάστορα, καινουργὲ τῶν βασάνων καὶ πολέμιε τῶν ἀληθῶς εὐσεβούντων.
Lire 4 Maccabées 11 en entierSeptante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org