Septante (AT)
4 Maccabées 10:6
6τοὺς δακτύλους καὶ τοὺς βραχίονας καὶ τὰ σκέλη καὶ τοὺς ἀγκῶνας περιέκλων.
Contexte de 4 Maccabées 10:6
4(4-5) οἱ δὲ πικρῶς ἐνέγκαντες τὴν παρρησίαν τοῦ ἀνδρὸς ἀρθρεμβόλοις ὀργάνοις τὰς χεῖρας αὐτοῦ καὶ τοὺς πόδας ἐξήρθρουν καὶ ἐξ ἁρμῶν ἀναμοχλεύοντες ἐξεμέλιζον, τοὺς δακτύλους καὶ τοὺς βραχίονας καὶ τὰ σκέλη καὶ τοὺς ἀγκῶνας περιέκλων. 7καὶ κατὰ μηδένα τρόπον ἰσχύοντες αὐτὸν ἄγξαι περιλύσαντες τὰ ὄργανα σὺν ἄκραις ταῖς τῶν δακτύλων κορυφαῖς ἀπεσκύθιζον. 8καὶ εὐθέως ἦγον ἐπὶ τὸν τροχόν, περὶ ὃν ἐκ σπονδύλων ἐκμελιζόμενος ἑώρα τὰς ἑαυτοῦ σάρκας περιλακιζομένας καὶ κατὰ σπλάγχνων σταγόνας αἵματος ἀπορρεούσας.
Lire 4 Maccabées 10 en entierSeptante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org