Septante (AT)
4 Maccabées 10:16
16ἐπινόει, τύραννε, βασάνους, ἵνα καὶ δι αὐτῶν μάθῃς ὅτι ἀδελφός εἰμι τῶν προβασανισθέντων.
Contexte de 4 Maccabées 10:16
14ὁ δὲ αὐτοῖς ἔφη Οὐχ οὕτως καυστικώτερον ἔχετε κατ ἐμοῦ τὸ πῦρ ὥστε με δειλανδρῆσαι. 15μὰ τὸν μακάριον τῶν ἀδελφῶν μου θάνατον καὶ τὸν αἰώνιον τοῦ τυράννου ὄλεθρον καὶ τὸν ἀίδιον τῶν εὐσεβῶν βίον, οὐκ ἀρνήσομαι τὴν εὐγενῆ ἀδελφότητα. ἐπινόει, τύραννε, βασάνους, ἵνα καὶ δι αὐτῶν μάθῃς ὅτι ἀδελφός εἰμι τῶν προβασανισθέντων. 17ταῦτα ἀκούσας ὁ αἱμοβόρος καὶ φονώδης καὶ παμμιαρώτατος Ἀντίοχος ἐκέλευσεν τὴν γλῶτταν αὐτοῦ ἐκτεμεῖν. 18ὁ δὲ ἔφη Κἂν ἀφέλῃς τὸ τῆς φωνῆς ὄργανον, καὶ σιωπώντων ἀκούει ὁ θεός·
Lire 4 Maccabées 10 en entierSeptante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org