Septante (AT)

3 Maccabées 7:6

6ἡμεῖς δὲ ἐπὶ τούτοις σκληρότερον διαπειλησάμενοι καθ ἣν ἔχομεν πρὸς ἅπαντας ἀνθρώπους ἐπιείκειαν μόγις τὸ ζῆν αὐτοῖς χαρισάμενοι καὶ τὸν ἐπουράνιον θεὸν ἐγνωκότες ἀσφαλῶς ὑπερησπικότα τῶν Ιουδαίων ὡς πατέρα ὑπὲρ υἱῶν διὰ παντὸς συμμαχοῦντα

Contexte de 3 Maccabées 7:6

4προφερόμενοι μηδέποτε εὐσταθήσειν τὰ πράγματα ἡμῶν δι ἣν ἔχουσιν οὗτοι πρὸς πάντα τὰ ἔθνη δυσμένειαν, μέχρι ἂν συντελεσθῇ τοῦτο. 5οἳ καὶ δεσμίους καταγαγόντες αὐτοὺς μετὰ σκυλμῶν ὡς ἀνδράποδα, μᾶλλον δὲ ὡς ἐπιβούλους, ἄνευ πάσης ἀνακρίσεως καὶ ἐξετάσεως ἐπεχείρησαν ἀνελεῖν νόμου Σκυθῶν ἀγριωτέραν ἐμπεπορπημένοι ὠμότητα. ἡμεῖς δὲ ἐπὶ τούτοις σκληρότερον διαπειλησάμενοι καθ ἣν ἔχομεν πρὸς ἅπαντας ἀνθρώπους ἐπιείκειαν μόγις τὸ ζῆν αὐτοῖς χαρισάμενοι καὶ τὸν ἐπουράνιον θεὸν ἐγνωκότες ἀσφαλῶς ὑπερησπικότα τῶν Ιουδαίων ὡς πατέρα ὑπὲρ υἱῶν διὰ παντὸς συμμαχοῦντα 7τήν τε τοῦ φίλου ἣν ἔχουσιν βεβαίαν πρὸς ἡμᾶς καὶ τοὺς προγόνους ἡμῶν εὔνοιαν ἀναλογισάμενοι δικαίως ἀπολελύκαμεν πάσης καθ ὁντινοῦν αἰτίας τρόπον 8καὶ προστετάχαμεν ἑκάστῳ πάντας εἰς τὰ ἴδια ἐπιστρέφειν ἐν παντὶ τόπῳ μηθενὸς αὐτοὺς τὸ σύνολον καταβλάπτοντος μήτε ὀνειδίζειν περὶ τῶν γεγενημένων παρὰ λόγον.

Lire 3 Maccabées 7 en entier

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org