Septante (AT)

3 Maccabées 7:20

20ἃς καὶ ἀνιερώσαντες ἐν στήλῃ κατὰ τὸν τῆς συμποσίας τόπον προσευχῆς καθιδρύσαντες ἀνέλυσαν ἀσινεῖς, ἐλεύθεροι, ὑπερχαρεῖς, διά τε γῆς καὶ θαλάσσης καὶ ποταμοῦ ἀνασῳζόμενοι τῇ τοῦ βασιλέως ἐπιταγῇ, ἕκαστος εἰς τὴν ἰδίαν,

Contexte de 3 Maccabées 7:20

18ἐκεῖ ἐποίησαν πότον σωτήριον τοῦ βασιλέως χορηγήσαντος αὐτοῖς εὐψύχως τὰ πρὸς τὴν ἄφιξιν πάντα ἑκάστῳ ἕως εἰς τὴν ἰδίαν οἰκίαν. 19καταχθέντες δὲ μετ εἰρήνης ἐν ταῖς πρεπούσαις ἐξομολογήσεσιν ὡσαύτως κἀκεῖ ἔστησαν καὶ ταύτας ἄγειν τὰς ἡμέρας ἐπὶ τὸν τῆς παροικίας αὐτῶν χρόνον εὐφροσύνους. ἃς καὶ ἀνιερώσαντες ἐν στήλῃ κατὰ τὸν τῆς συμποσίας τόπον προσευχῆς καθιδρύσαντες ἀνέλυσαν ἀσινεῖς, ἐλεύθεροι, ὑπερχαρεῖς, διά τε γῆς καὶ θαλάσσης καὶ ποταμοῦ ἀνασῳζόμενοι τῇ τοῦ βασιλέως ἐπιταγῇ, ἕκαστος εἰς τὴν ἰδίαν, 21καὶ πλείστην ἢ ἔμπροσθεν ἐν τοῖς ἐχθροῖς ἐξουσίαν ἐσχηκότες μετὰ δόξης καὶ φόβου, τὸ σύνολον ὑπὸ μηδενὸς διασεισθέντες τῶν ὑπαρχόντων. 22καὶ πάντα τὰ ἑαυτῶν πάντες ἐκομίσαντο ἐξ ἀπογραφῆς ὥστε τοὺς ἔχοντάς τι μετὰ φόβου μεγίστου ἀποδοῦναι αὐτοῖς, τὰ μεγαλεῖα τοῦ μεγίστου θεοῦ ποιήσαντος τελείως ἐπὶ σωτηρίᾳ αὐτῶν.

Lire 3 Maccabées 7 en entier

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org