Septante (AT)

3 Maccabées 6:8

8τόν τε βυθοτρεφοῦς ἐν γαστρὶ κήτους Ιωναν τηκόμενον ἀφιδὼν ἀπήμαντον πᾶσιν οἰκείοις ἀνέδειξας, πάτερ.

Contexte de 3 Maccabées 6:8

6σὺ τοὺς κατὰ τὴν Βαβυλωνίαν τρεῖς ἑταίρους πυρὶ τὴν ψυχὴν αὐθαιρέτως δεδωκότας εἰς τὸ μὴ λατρεῦσαι τοῖς κενοῖς διάπυρον δροσίσας κάμινον ἐρρύσω μέχρι τριχὸς ἀπημάντους φλόγα πᾶσιν ἐπιπέμψας τοῖς ὑπεναντίοις. 7σὺ τὸν διαβολαῖς φθόνου λέουσι κατὰ γῆς ῥιφέντα θηρσὶν βορὰν Δανιηλ εἰς φῶς ἀνήγαγες ἀσινῆ. τόν τε βυθοτρεφοῦς ἐν γαστρὶ κήτους Ιωναν τηκόμενον ἀφιδὼν ἀπήμαντον πᾶσιν οἰκείοις ἀνέδειξας, πάτερ. 9καὶ νῦν, μίσυβρι πολυέλεε τῶν ὅλων σκεπαστά, τὸ τάχος ἐπιφάνηθι τοῖς ἀπὸ Ισραηλ γένους ὑπὸ ἐβδελυγμένων ἀνόμων ἐθνῶν ὑβριζομένοις. 10εἰ δὲ ἀσεβείαις κατὰ τὴν ἀποικίαν ὁ βίος ἡμῶν ἐνέσχηται, ῥυσάμενος ἡμᾶς ἀπὸ ἐχθρῶν χειρός, ᾧ προαιρῇ, δέσποτα, ἀπόλεσον ἡμᾶς μόρῳ.

Lire 3 Maccabées 6 en entier

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org