Septante (AT)

3 Maccabées 6:38

38ἀπογράφονται δὲ αὐτοὺς ἀπὸ πέμπτης καὶ εἰκάδος τοῦ Παχων ἕως τῆς τετάρτης τοῦ Επιφι ἐπὶ ἡμέρας τεσσαράκοντα, συνίστανται δὲ αὐτῶν τὴν ἀπώλειαν ἀπὸ πέμπτης τοῦ Επιφι ἕως ἑβδόμης ἡμέραις τρισίν,

Contexte de 3 Maccabées 6:38

36καὶ κοινὸν ὁρισάμενοι περὶ τούτων θεσμὸν ἐπὶ πᾶσαν τὴν παροικίαν αὐτῶν εἰς γενεὰς τὰς προειρημένας ἡμέρας ἄγειν ἔστησαν εὐφροσύνους, οὐ πότου χάριν καὶ λιχνείας, σωτηρίας δὲ τῆς διὰ θεὸν γενομένης αὐτοῖς. 37ἐνέτυχον δὲ τῷ βασιλεῖ τὴν ἀπόλυσιν αὐτῶν εἰς τὰ ἴδια αἰτούμενοι. ἀπογράφονται δὲ αὐτοὺς ἀπὸ πέμπτης καὶ εἰκάδος τοῦ Παχων ἕως τῆς τετάρτης τοῦ Επιφι ἐπὶ ἡμέρας τεσσαράκοντα, συνίστανται δὲ αὐτῶν τὴν ἀπώλειαν ἀπὸ πέμπτης τοῦ Επιφι ἕως ἑβδόμης ἡμέραις τρισίν, 39ἐν αἷς καὶ μεγαλοδόξως ἐπιφάνας τὸ ἔλεος αὐτοῦ ὁ τῶν πάντων δυνάστης ἀπταίστους αὐτοὺς ἐρρύσατο ὁμοθυμαδόν. 40εὐωχοῦντο δὲ πάνθ ὑπὸ τοῦ βασιλέως χορηγούμενοι μέχρι τῆς τεσσαρεσκαιδεκάτης, ἐν ᾗ καὶ τὴν ἐντυχίαν ἐποιήσαντο περὶ τῆς ἀπολύσεως αὐτῶν.

Lire 3 Maccabées 6 en entier

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org