Septante (AT)

3 Maccabées 6:32

32καταλήξαντες δὲ θρήνων πανόδυρτον μέλος ἀνέλαβον ᾠδὴν πάτριον τὸν σωτῆρα καὶ τερατοποιὸν αἰνοῦντες θεόν· οἰμωγήν τε πᾶσαν καὶ κωκυτὸν ἀπωσάμενοι χοροὺς συνίσταντο εὐφροσύνης εἰρηνικῆς σημεῖον.

Contexte de 3 Maccabées 6:32

30Εἶτα ὁ βασιλεὺς εἰς τὴν πόλιν ἀπαλλαγεὶς τὸν ἐπὶ τῶν προσόδων προσκαλεσάμενος ἐκέλευσεν οἴνους τε καὶ τὰ λοιπὰ πρὸς εὐωχίαν ἐπιτήδεια τοῖς Ιουδαίοις χορηγεῖν ἐπὶ ἡμέρας ἑπτὰ κρίνας αὐτοὺς ἐν ᾧ τόπῳ ἔδοξαν τὸν ὄλεθρον ἀναλαμβάνειν, ἐν τούτῳ ἐν εὐφροσύνῃ πάσῃ σωτήρια ἀγαγεῖν. 31τότε οἱ τὸ πρὶν ἐπονείδιστοι καὶ πλησίον τοῦ ᾅδου, μᾶλλον δὲ ἐπ αὐτῷ βεβηκότες ἀντὶ πικροῦ καὶ δυσαιάκτου μόρου κώθωνα σωτήριον συστησάμενοι τὸν εἰς πτῶσιν αὐτοῖς καὶ τάφον ἡτοιμασμένον τόπον κλισίαις κατεμερίσαντο πλήρεις χαρμονῆς. καταλήξαντες δὲ θρήνων πανόδυρτον μέλος ἀνέλαβον ᾠδὴν πάτριον τὸν σωτῆρα καὶ τερατοποιὸν αἰνοῦντες θεόν· οἰμωγήν τε πᾶσαν καὶ κωκυτὸν ἀπωσάμενοι χοροὺς συνίσταντο εὐφροσύνης εἰρηνικῆς σημεῖον. 33ὡσαύτως δὲ καὶ ὁ βασιλεὺς περὶ τούτων συμπόσιον βαρὺ συναγαγὼν ἀδιαλείπτως εἰς οὐρανὸν ἀνθωμολογεῖτο μεγαλομερῶς ἐπὶ τῇ παραδόξῳ γενηθείσῃ αὐτῷ σωτηρίᾳ. 34οἵ τε πρὶν εἰς ὄλεθρον καὶ οἰωνοβρώτους αὐτοὺς ἔσεσθαι τιθέμενοι καὶ μετὰ χαρᾶς ἀπογραψάμενοι κατεστέναξαν αἰσχύνην ἐφ ἑαυτοῖς περιβαλόμενοι καὶ τὴν πυρόπνουν τόλμαν ἀκλεῶς ἐσβεσμένοι.

Lire 3 Maccabées 6 en entier

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org