Septante (AT)
3 Maccabées 6:17
17καὶ θεωρήσαντες οἱ Ιουδαῖοι μέγα εἰς οὐρανὸν ἀνέκραξαν ὥστε καὶ τοὺς παρακειμένους αὐλῶνας συνηχήσαντας ἀκατάσχετον πτόην ποιῆσαι παντὶ τῷ στρατοπέδῳ.
Contexte de 3 Maccabées 6:17
15δειχθήτω πᾶσιν ἔθνεσιν ὅτι μεθ ἡμῶν εἶ, κύριε, καὶ οὐκ ἀπέστρεψας τὸ πρόσωπόν σου ἀφ ἡμῶν, ἀλλὰ καθὼς εἶπας ὅτι Οὐδὲ ἐν τῇ γῇ τῶν ἐχθρῶν αὐτῶν ὄντων ὑπερεῖδον αὐτούς, οὕτως ἐπιτέλεσον, κύριε. 16Τοῦ δὲ Ελεαζαρου λήγοντος ἄρτι τῆς προσευχῆς ὁ βασιλεὺς σὺν τοῖς θηρίοις καὶ παντὶ τῷ τῆς δυνάμεως φρυάγματι κατὰ τὸν ἱππόδρομον παρῆγεν. καὶ θεωρήσαντες οἱ Ιουδαῖοι μέγα εἰς οὐρανὸν ἀνέκραξαν ὥστε καὶ τοὺς παρακειμένους αὐλῶνας συνηχήσαντας ἀκατάσχετον πτόην ποιῆσαι παντὶ τῷ στρατοπέδῳ. 18τότε ὁ μεγαλόδοξος παντοκράτωρ καὶ ἀληθινὸς θεὸς ἐπιφάνας τὸ ἅγιον αὐτοῦ πρόσωπον ἠνέῳξεν τὰς οὐρανίους πύλας, ἐξ ὧν δεδοξασμένοι δύο φοβεροειδεῖς ἄγγελοι κατέβησαν φανεροὶ πᾶσιν πλὴν τοῖς Ιουδαίοις 19καὶ ἀντέστησαν καὶ τὴν δύναμιν τῶν ὑπεναντίων ἐπλήρωσαν ταραχῆς καὶ δειλίας καὶ ἀκινήτοις ἔδησαν πέδαις.
Lire 3 Maccabées 6 en entierSeptante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org