Septante (AT)
3 Maccabées 6:14
14ἱκετεύει σε τὸ πᾶν πλῆθος τῶν νηπίων καὶ οἱ τούτων γονεῖς μετὰ δακρύων.
Contexte de 3 Maccabées 6:14
12σὺ δέ, ὁ πᾶσαν ἀλκὴν καὶ δυναστείαν ἔχων ἅπασαν αἰώνιε, νῦν ἔπιδε· ἐλέησον ἡμᾶς τοὺς καθ ὕβριν ἀνόμων ἀλόγιστον ἐκ τοῦ ζῆν μεθισταμένους ἐν ἐπιβούλων τρόπῳ. 13πτηξάτω δὲ ἔθνη σὴν δύναμιν ἀνίκητον σήμερον, ἔντιμε δύναμιν ἔχων ἐπὶ σωτηρίᾳ Ιακωβ γένους. ἱκετεύει σε τὸ πᾶν πλῆθος τῶν νηπίων καὶ οἱ τούτων γονεῖς μετὰ δακρύων. 15δειχθήτω πᾶσιν ἔθνεσιν ὅτι μεθ ἡμῶν εἶ, κύριε, καὶ οὐκ ἀπέστρεψας τὸ πρόσωπόν σου ἀφ ἡμῶν, ἀλλὰ καθὼς εἶπας ὅτι Οὐδὲ ἐν τῇ γῇ τῶν ἐχθρῶν αὐτῶν ὄντων ὑπερεῖδον αὐτούς, οὕτως ἐπιτέλεσον, κύριε. 16Τοῦ δὲ Ελεαζαρου λήγοντος ἄρτι τῆς προσευχῆς ὁ βασιλεὺς σὺν τοῖς θηρίοις καὶ παντὶ τῷ τῆς δυνάμεως φρυάγματι κατὰ τὸν ἱππόδρομον παρῆγεν.
Lire 3 Maccabées 6 en entierSeptante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org