Septante (AT)
3 Maccabées 6:11
11μὴ τοῖς ματαίοις οἱ ματαιόφρονες εὐλογησάτωσαν ἐπὶ τῇ τῶν ἠγαπημένων σου ἀπωλείᾳ λέγοντες Οὐδὲ ὁ θεὸς αὐτῶν ἐρρύσατο αὐτούς.
Contexte de 3 Maccabées 6:11
9καὶ νῦν, μίσυβρι πολυέλεε τῶν ὅλων σκεπαστά, τὸ τάχος ἐπιφάνηθι τοῖς ἀπὸ Ισραηλ γένους ὑπὸ ἐβδελυγμένων ἀνόμων ἐθνῶν ὑβριζομένοις. 10εἰ δὲ ἀσεβείαις κατὰ τὴν ἀποικίαν ὁ βίος ἡμῶν ἐνέσχηται, ῥυσάμενος ἡμᾶς ἀπὸ ἐχθρῶν χειρός, ᾧ προαιρῇ, δέσποτα, ἀπόλεσον ἡμᾶς μόρῳ. μὴ τοῖς ματαίοις οἱ ματαιόφρονες εὐλογησάτωσαν ἐπὶ τῇ τῶν ἠγαπημένων σου ἀπωλείᾳ λέγοντες Οὐδὲ ὁ θεὸς αὐτῶν ἐρρύσατο αὐτούς. 12σὺ δέ, ὁ πᾶσαν ἀλκὴν καὶ δυναστείαν ἔχων ἅπασαν αἰώνιε, νῦν ἔπιδε· ἐλέησον ἡμᾶς τοὺς καθ ὕβριν ἀνόμων ἀλόγιστον ἐκ τοῦ ζῆν μεθισταμένους ἐν ἐπιβούλων τρόπῳ. 13πτηξάτω δὲ ἔθνη σὴν δύναμιν ἀνίκητον σήμερον, ἔντιμε δύναμιν ἔχων ἐπὶ σωτηρίᾳ Ιακωβ γένους.
Lire 3 Maccabées 6 en entierSeptante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org