Septante (AT)
3 Maccabées 5:45
45ὁ δὲ ἐλεφαντάρχης τὰ θηρία σχεδὸν ὡς εἰπεῖν εἰς κατάστεμα μανιῶδες ἀγειοχὼς εὐωδεστάτοις πόμασιν οἴνου λελιβανωμένου φοβερῶς κεκοσμημένα κατασκευαῖς
Contexte de 3 Maccabées 5:45
43ἐπιστρατεύσαντα δὲ ἐπὶ τὴν Ιουδαίαν ἰσόπεδον πυρὶ καὶ δόρατι θήσεσθαι διὰ τάχους καὶ τὸν ἄβατον ἡμῖν αὐτῶν ναὸν πυρὶ πρηνέα ἐν τάχει τῶν συντελούντων ἐκεῖ θυσίας ἔρημον εἰς τὸν ἅπαντα χρόνον καταστήσειν. 44τότε περιχαρεῖς ἀναλύσαντες οἱ φίλοι καὶ συγγενεῖς μετὰ πίστεως διέτασσον τὰς δυνάμεις ἐπὶ τοὺς εὐκαιροτάτους τόπους τῆς πόλεως πρὸς τὴν τήρησιν. ὁ δὲ ἐλεφαντάρχης τὰ θηρία σχεδὸν ὡς εἰπεῖν εἰς κατάστεμα μανιῶδες ἀγειοχὼς εὐωδεστάτοις πόμασιν οἴνου λελιβανωμένου φοβερῶς κεκοσμημένα κατασκευαῖς 46περὶ τὴν ἕω τῆς πόλεως ἤδη πλήθεσιν ἀναριθμήτοις κατὰ τοῦ ἱπποδρόμου καταμεμεστωμένης εἰσελθὼν εἰς τὴν αὐλὴν ἐπὶ τὸ προκείμενον ὤτρυνε τὸν βασιλέα. 47ὁ δὲ ὀργῇ βαρείᾳ γεμίσας δυσσεβῆ φρένα παντὶ τῷ βάρει σὺν τοῖς θηρίοις ἐξώρμησε βουλόμενος ἀτρώτῳ καρδίᾳ καὶ κόραις ὀφθαλμῶν θεάσασθαι τὴν ἐπίπονον καὶ ταλαίπωρον τῶν προσεσημαμμένων καταστροφήν.
Lire 3 Maccabées 5 en entierSeptante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org