Septante (AT)

3 Maccabées 5:25

25οἱ δὲ Ιουδαῖοι κατὰ τὸν ἀμερῆ ψυχουλκούμενοι χρόνον πολύδακρυν ἱκετείαν ἐν μέλεσιν γοεροῖς τείνοντες τὰς χεῖρας εἰς τὸν οὐρανὸν ἐδέοντο τοῦ μεγίστου θεοῦ πάλιν αὐτοῖς βοηθῆσαι συντόμως.

Contexte de 3 Maccabées 5:25

23Ἄρτι δὲ ἀλεκτρυὼν ἐκέκραγεν ὄρθριος, καὶ τὰ θηρία καθωπλικὼς ὁ Ἕρμων ἐν τῷ μεγάλῳ περιστύλῳ διεκίνει. 24τὰ δὲ κατὰ τὴν πόλιν πλήθη συνήθροιστο πρὸς τὴν οἰκτροτάτην θεωρίαν προσδοκῶντα τὴν πρωίαν μετὰ σπουδῆς. οἱ δὲ Ιουδαῖοι κατὰ τὸν ἀμερῆ ψυχουλκούμενοι χρόνον πολύδακρυν ἱκετείαν ἐν μέλεσιν γοεροῖς τείνοντες τὰς χεῖρας εἰς τὸν οὐρανὸν ἐδέοντο τοῦ μεγίστου θεοῦ πάλιν αὐτοῖς βοηθῆσαι συντόμως. 26οὔπω δὲ ἡλίου βολαὶ κατεσπείροντο, καὶ τοῦ βασιλέως τοὺς φίλους ἐκδεχομένου ὁ Ἕρμων παραστὰς ἐκάλει πρὸς τὴν ἔξοδον ὑποδεικνύων τὸ πρόθυμον τοῦ βασιλέως ἐν ἑτοίμῳ κεῖσθαι. 27τοῦ δὲ ἀποδεξαμένου καὶ καταπλαγέντος ἐπὶ τῇ παρανόμῳ ἐξόδῳ κατὰ πᾶν ἀγνωσίᾳ κεκρατημένος ἐπυνθάνετο, τί τὸ πρᾶγμα, ἐφ οὗ τοῦτο αὐτῷ μετὰ σπουδῆς τετέλεσται·

Lire 3 Maccabées 5 en entier

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org