Septante (AT)

3 Maccabées 5:16

16ὃν ὁ βασιλεὺς λογισάμενος καὶ τραπεὶς εἰς τὸν πότον ἐκέλευσεν τοὺς παραγεγονότας ἐπὶ τὴν συμποσίαν ἄντικρυς ἀνακλῖναι αὐτοῦ.

Contexte de 3 Maccabées 5:16

14μεσούσης δὲ ἤδη δεκάτης ὥρας σχεδὸν ὁ πρὸς ταῖς κλήσεσιν τεταγμένος ἀθρόους τοὺς κλητοὺς ἰδὼν ἔνυξεν προσελθὼν τὸν βασιλέα. 15καὶ μόλις διεγείρας ὑπέδειξε τὸν τῆς συμποσίας καιρὸν ἤδη παρατρέχοντα τὸν περὶ τούτων λόγον ποιούμενος. ὃν ὁ βασιλεὺς λογισάμενος καὶ τραπεὶς εἰς τὸν πότον ἐκέλευσεν τοὺς παραγεγονότας ἐπὶ τὴν συμποσίαν ἄντικρυς ἀνακλῖναι αὐτοῦ. 17οὗ καὶ γενομένου παρῄνει εἰς εὐωχίαν δόντας ἑαυτοὺς τὸ παρὸν τῆς συμποσίας ἐπὶ πολὺ γεραιρομένους εἰς εὐφροσύνην καταθέσθαι μέρος. 18ἐπὶ πλεῖον δὲ προβαινούσης τῆς ὁμιλίας τὸν Ἕρμωνα προσκαλεσάμενος ὁ βασιλεὺς μετὰ πικρᾶς ἀπειλῆς ἐπυνθάνετο, τίνος ἕνεκεν αἰτίας εἰάθησαν οἱ Ιουδαῖοι τὴν περιοῦσαν ἡμέραν περιβεβιωκότες.

Lire 3 Maccabées 5 en entier

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org