Septante (AT)

3 Maccabées 5:12

12καὶ ἡδίστῳ καὶ βαθεῖ κατεσχέθη τῇ ἐνεργείᾳ τοῦ δεσπότου τῆς ἀθέσμου μὲν προθέσεως πολὺ διεσφαλμένος, τοῦ δὲ ἀμεταθέτου λογισμοῦ μεγάλως διεψευσμένος.

Contexte de 3 Maccabées 5:12

10Ὁ δὲ Ἕρμων τοὺς ἀνηλεεῖς ἐλέφαντας ποτίσας πεπληρωμένους τῆς τοῦ οἴνου πολλῆς χορηγίας καὶ τοῦ λιβάνου μεμεστωμένους ὄρθριος ἐπὶ τὴν αὐλὴν παρῆν περὶ τούτων προσαγγεῖλαι τῷ βασιλεῖ. 11τὸ δὲ ἀπ αἰῶνος χρόνου κτίσμα καλὸν ἐν νυκτὶ καὶ ἡμέρᾳ ἐπιβαλλόμενον ὑπὸ τοῦ χαριζομένου πᾶσιν, οἷς ἂν αὐτὸς θελήσῃ, ὕπνου μέρος ἀπέστειλεν εἰς τὸν βασιλέα, καὶ ἡδίστῳ καὶ βαθεῖ κατεσχέθη τῇ ἐνεργείᾳ τοῦ δεσπότου τῆς ἀθέσμου μὲν προθέσεως πολὺ διεσφαλμένος, τοῦ δὲ ἀμεταθέτου λογισμοῦ μεγάλως διεψευσμένος. 13οἵ τε Ιουδαῖοι τὴν προσημανθεῖσαν ὥραν διαφυγόντες τὸν ἅγιον ᾔνουν θεὸν αὐτῶν καὶ πάλιν ἠξίουν τὸν εὐκατάλλακτον δεῖξαι μεγαλοσθενοῦς ἑαυτοῦ χειρὸς κράτος ἔθνεσιν ὑπερηφάνοις. 14μεσούσης δὲ ἤδη δεκάτης ὥρας σχεδὸν ὁ πρὸς ταῖς κλήσεσιν τεταγμένος ἀθρόους τοὺς κλητοὺς ἰδὼν ἔνυξεν προσελθὼν τὸν βασιλέα.

Lire 3 Maccabées 5 en entier

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org