Septante (AT)
3 Maccabées 4:3
3τίς νομὸς ἢ πόλις ἢ τίς τὸ σύνολον οἰκητὸς τόπος ἢ τίνες ἀγυιαὶ κοπετοῦ καὶ γόων ἐπ αὐτοῖς οὐκ ἐνεπιπλῶντο ;
Contexte de 3 Maccabées 4:3
1Πάντῃ δέ, ὅπου προσέπιπτεν τοῦτο τὸ πρόσταγμα, δημοτελὴς συνίστατο τοῖς ἔθνεσιν εὐωχία μετὰ ἀλαλαγμῶν καὶ χαρᾶς ὡς ἂν τῆς προκατεσκιρωμένης αὐτοῖς πάλαι κατὰ διάνοιαν μετὰ παρρησίας νῦν ἐκφαινομένης ἀπεχθείας. 2τοῖς δὲ Ιουδαίοις ἄληκτον πένθος ἦν καὶ πανόδυρτος μετὰ δακρύων βοὴ στεναγμοῖς πεπυρωμένης πάντοθεν αὐτῶν τῆς καρδίας ὀλοφυρομένων τὴν ἀπροσδόκητον ἐξαίφνης αὐτοῖς ἐπικριθεῖσαν ὀλεθρίαν. τίς νομὸς ἢ πόλις ἢ τίς τὸ σύνολον οἰκητὸς τόπος ἢ τίνες ἀγυιαὶ κοπετοῦ καὶ γόων ἐπ αὐτοῖς οὐκ ἐνεπιπλῶντο ; 4οὕτως γὰρ μετὰ πικρίας ἀνοίκτου ψυχῆς ὑπὸ τῶν κατὰ πόλιν στρατηγῶν ὁμοθυμαδὸν ἐξαπεστέλλοντο ὥστε ἐπὶ ταῖς ἐξάλλοις τιμωρίαις καί τινας τῶν ἐχθρῶν λαμβάνοντας πρὸ τῶν ὀφθαλμῶν τὸν κοινὸν ἔλεον καὶ λογιζομένους τὴν ἄδηλον τοῦ βίου καταστροφὴν δακρύειν αὐτῶν τὴν δυσάθλιον ἐξαποστολήν. 5ἤγετο γὰρ γεραιῶν πλῆθος πολιᾷ πεπυκασμένων, τὴν ἐκ τοῦ γήρως νωθρότητα ποδῶν ἐπίκυφον ἀνατροπῆς ὁρμῇ βιαίας ἁπάσης αἰδοῦς ἄνευ πρὸς ὀξεῖαν καταχρωμένων πορείαν.
Lire 3 Maccabées 4 en entierSeptante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org