Septante (AT)

3 Maccabées 4:17

17μετὰ δὲ τὸ προειρημένον τοῦ χρόνου διάστημα προσηνέγκαντο οἱ γραμματεῖς τῷ βασιλεῖ μηκέτι ἰσχύειν τὴν τῶν Ιουδαίων ἀπογραφὴν ποιεῖσθαι διὰ τὴν ἀμέτρητον αὐτῶν πληθὺν

Contexte de 3 Maccabées 4:17

15ἐγίνετο μὲν οὖν ἡ τούτων ἀπογραφὴ μετὰ πικρᾶς σπουδῆς καὶ φιλοτίμου προσεδρείας ἀπὸ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν ἀνήνυτον λαμβάνουσα τὸ τέλος ἐπὶ ἡμέρας τεσσαράκοντα. 16Μεγάλως δὲ καὶ διηνεκῶς ὁ βασιλεὺς χαρᾷ πεπληρωμένος συμπόσια ἐπὶ πάντων τῶν εἰδώλων συνιστάμενος πεπλανημένῃ πόρρω τῆς ἀληθείας φρενὶ καὶ βεβήλῳ στόματι τὰ μὲν κωφὰ καὶ μὴ δυνάμενα αὐτοῖς λαλεῖν ἢ ἀρήγειν ἐπαινῶν, εἰς δὲ τὸν μέγιστον θεὸν τὰ μὴ καθήκοντα λαλῶν. μετὰ δὲ τὸ προειρημένον τοῦ χρόνου διάστημα προσηνέγκαντο οἱ γραμματεῖς τῷ βασιλεῖ μηκέτι ἰσχύειν τὴν τῶν Ιουδαίων ἀπογραφὴν ποιεῖσθαι διὰ τὴν ἀμέτρητον αὐτῶν πληθὺν 18καίπερ ὄντων ἔτι κατὰ τὴν χώραν τῶν πλειόνων, τῶν μὲν κατὰ τὰς οἰκίας ἔτι συνεστηκότων, τῶν δὲ καὶ κατὰ τόπον, ὡς ἀδυνάτου καθεστῶτος πᾶσιν τοῖς ἐπ Αἴγυπτον στρατηγοῖς. 19ἀπειλήσαντος δὲ αὐτοῖς σκληρότερον ὡς δεδωροκοπημένοις εἰς μηχανὴν τῆς ἐκφυγῆς συνέβη σαφῶς αὐτὸν περὶ τούτου πιστωθῆναι

Lire 3 Maccabées 4 en entier

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org