Septante (AT)
3 Maccabées 3:9
9μὴ γὰρ οὕτω παροραθήσεσθαι τηλικοῦτο σύστεμα μηδὲν ἠγνοηκός.
Contexte de 3 Maccabées 3:9
7τὴν δὲ περὶ τῶν προσκυνήσεων καὶ τροφῶν διάστασιν ἐθρύλουν φάσκοντες μήτε τῷ βασιλεῖ μήτε ταῖς δυνάμεσιν ὁμοσπόνδους τοὺς ἀνθρώπους γίνεσθαι, δυσμενεῖς δὲ εἶναι καὶ μέγα τι τοῖς πράγμασιν ἐναντιουμένους· καὶ οὐ τῷ τυχόντι περιῆψαν ψόγῳ. 8οἱ δὲ κατὰ τὴν πόλιν Ἕλληνες οὐδὲν ἠδικημένοι ταραχὴν ἀπροσδόκητον περὶ τοὺς ἀνθρώπους θεωροῦντες καὶ συνδρομὰς ἀπροσκόπους γινομένας βοηθεῖν μὲν οὐκ ἔσθενον, τυραννικὴ γὰρ ἦν ἡ διάθεσις, παρεκάλουν δὲ καὶ δυσφόρως εἶχον καὶ μεταπεσεῖσθαι ταῦτα ὑπελάμβανον· μὴ γὰρ οὕτω παροραθήσεσθαι τηλικοῦτο σύστεμα μηδὲν ἠγνοηκός. 10ἤδη δὲ καί τινες γείτονές τε καὶ φίλοι καὶ συμπραγματευόμενοι μυστικῶς τινας ἐπισπώμενοι πίστεις ἐδίδουν συνασπιεῖν καὶ πᾶν ἐκτενὲς προσοίσεσθαι πρὸς ἀντίλημψιν. 11Ἐκεῖνος μὲν οὖν τῇ κατὰ τὸ παρὸν εὐημερίᾳ γεγαυρωμένος καὶ οὐ καθορῶν τὸ τοῦ μεγίστου θεοῦ κράτος, ὑπολαμβάνων δὲ διηνεκῶς ἐν τῇ αὐτῇ διαμενεῖν βουλῇ, ἔγραψεν κατ αὐτῶν ἐπιστολὴν τήνδε
Lire 3 Maccabées 3 en entierSeptante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org