Septante (AT)

3 Maccabées 2:3

3σὺ γὰρ ὁ κτίσας τὰ πάντα καὶ τῶν ὅλων ἐπικρατῶν δυνάστης δίκαιος εἶ καὶ τοὺς ὕβρει καὶ ἀγερωχίᾳ τι πράσσοντας κρίνεις.

Contexte de 3 Maccabées 2:3

1Ὁ μὲν οὖν ἀρχιερεὺς Σιμων ἐξ ἐναντίας τοῦ ναοῦ κάμψας τὰ γόνατα καὶ τὰς χεῖρας προτείνας εὐτάκτως ἐποιήσατο τὴν δέησιν τοιαύτην 2Κύριε κύριε, βασιλεῦ τῶν οὐρανῶν καὶ δέσποτα πάσης κτίσεως, ἅγιε ἐν ἁγίοις, μόναρχε, παντοκράτωρ, πρόσχες ἡμῖν καταπονουμένοις ὑπὸ ἀνοσίου καὶ βεβήλου θράσει καὶ σθένει πεφρυαγμένου. σὺ γὰρ ὁ κτίσας τὰ πάντα καὶ τῶν ὅλων ἐπικρατῶν δυνάστης δίκαιος εἶ καὶ τοὺς ὕβρει καὶ ἀγερωχίᾳ τι πράσσοντας κρίνεις. 4σὺ τοὺς ἔμπροσθεν ἀδικίαν ποιήσαντας, ἐν οἷς καὶ γίγαντες ἦσαν ῥώμῃ καὶ θράσει πεποιθότες, διέφθειρας ἐπαγαγὼν αὐτοῖς ἀμέτρητον ὕδωρ. 5σὺ τοὺς ὑπερηφανίαν ἐργαζομένους Σοδομίτας διαδήλους ταῖς κακίαις γενομένους πυρὶ καὶ θείῳ κατέφλεξας παράδειγμα τοῖς ἐπιγινομένοις καταστήσας.

Lire 3 Maccabées 2 en entier

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org