Septante (AT)
3 Maccabées 2:25
25Διακομισθεὶς δὲ εἰς τὴν Αἴγυπτον καὶ τὰ τῆς κακίας ἐπαύξων διά τε τῶν προαποδεδειγμένων συμποτῶν καὶ ἑταίρων τοῦ παντὸς δικαίου κεχωρισμένων
Contexte de 3 Maccabées 2:25
23ὅθεν οἵ τε φίλοι καὶ σωματοφύλακες ὀξεῖαν ἰδόντες τὴν καταλαβοῦσαν αὐτὸν εὔθυναν φοβούμενοι μὴ καὶ τὸ ζῆν ἐκλείπῃ, ταχέως αὐτὸν ἐξείλκυσαν ὑπερβάλλοντι καταπεπληγμένοι φόβῳ. 24ἐν χρόνῳ δὲ ὕστερον ἀναλεξάμενος αὑτὸν οὐδαμῶς εἰς μετάμελον ἦλθεν ἐπιτιμηθείς, ἀπειλὰς δὲ πικρὰς θέμενος ἀνέλυσεν. Διακομισθεὶς δὲ εἰς τὴν Αἴγυπτον καὶ τὰ τῆς κακίας ἐπαύξων διά τε τῶν προαποδεδειγμένων συμποτῶν καὶ ἑταίρων τοῦ παντὸς δικαίου κεχωρισμένων 26οὐ μόνον ταῖς ἀναριθμήτοις ἀσελγείαις διηρκέσθη, ἀλλὰ καὶ ἐπὶ τοσοῦτον θράσους προῆλθεν ὥστε δυσφημίας ἐν τοῖς τόποις συνίστασθαι καὶ πολλοὺς τῶν φίλων ἀτενίζοντας εἰς τὴν τοῦ βασιλέως πρόθεσιν καὶ αὐτοὺς ἕπεσθαι τῇ ἐκείνου θελήσει. 27προέθετο δημοσίᾳ κατὰ τοῦ ἔθνους διαδοῦναι ψόγον· ἐπὶ τοῦ κατὰ τὴν αὐλὴν πύργου στήλην ἀναστήσας ἐκόλαψεν γραφὴν
Lire 3 Maccabées 2 en entierSeptante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org