Septante (AT)

3 Maccabées 1:25

25οἱ δὲ περὶ τὸν βασιλέα πρεσβύτεροι πολλαχῶς ἐπειρῶντο τὸν ἀγέρωχον αὐτοῦ νοῦν ἐξιστάνειν τῆς ἐντεθυμημένης ἐπιβουλῆς.

Contexte de 3 Maccabées 1:25

23φωνήσαντες δὲ τὴν ὁρμὴν ἐπὶ τὰ ὅπλα ποιήσασθαι καὶ θαρραλέως ὑπὲρ τοῦ πατρῴου νόμου τελευτᾶν ἱκανὴν ἐποίησαν ἐν τῷ τόπῳ τραχύτητα, μόλις δὲ ὑπό τε τῶν γεραιῶν καὶ τῶν πρεσβυτέρων ἀποτραπέντες ἐπὶ τὴν αὐτὴν τῆς δεήσεως παρῆσαν στάσιν. 24καὶ τὸ μὲν πλῆθος ὡς ἔμπροσθεν ἐν τούτοις ἀνεστρέφετο δεόμενον. οἱ δὲ περὶ τὸν βασιλέα πρεσβύτεροι πολλαχῶς ἐπειρῶντο τὸν ἀγέρωχον αὐτοῦ νοῦν ἐξιστάνειν τῆς ἐντεθυμημένης ἐπιβουλῆς. 26θρασυνθεὶς δὲ καὶ πάντα παραπέμψας ἤδη καὶ πρόσβασιν ἐποιεῖτο τέλος ἐπιθήσειν δοκῶν τῷ προειρημένῳ. 27ταῦτα οὖν καὶ οἱ περὶ αὐτὸν ὄντες θεωροῦντες ἐτράπησαν εἰς τὸ σὺν τοῖς ἡμετέροις ἐπικαλεῖσθαι τὸν πᾶν κράτος ἔχοντα τοῖς παροῦσιν ἐπαμῦναι μὴ παριδόντα τὴν ἄνομον καὶ ὑπερήφανον πρᾶξιν.

Lire 3 Maccabées 1 en entier

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org