Septante (AT)

2 Maccabées 9:25

25πρὸς δὲ τούτοις κατανοῶν τοὺς παρακειμένους δυνάστας καὶ γειτνιῶντας τῇ βασιλείᾳ τοῖς καιροῖς ἐπέχοντας καὶ προσδοκῶντας τὸ ἀποβησόμενον, ἀναδέδειχα τὸν υἱὸν Ἀντίοχον βασιλέα, ὃν πολλάκις ἀνατρέχων εἰς τὰς ἐπάνω σατραπείας τοῖς πλείστοις ὑμῶν παρεκατετιθέμην καὶ συνίστων· γέγραφα δὲ πρὸς αὐτὸν τὰ ὑπογεγραμμένα.

Contexte de 2 Maccabées 9:25

23θεωρῶν δὲ ὅτι καὶ ὁ πατήρ, καθ οὓς καιροὺς εἰς τοὺς ἄνω τόπους ἐστρατοπέδευσεν, ἀνέδειξεν τὸν διαδεξάμενον, 24ὅπως, ἐάν τι παράδοξον ἀποβαίνῃ ἢ καὶ προσαγγελθῇ τι δυσχερές, εἰδότες οἱ κατὰ τὴν χώραν ᾧ καταλέλειπται τὰ πράγματα μὴ ἐπιταράσσωνται· πρὸς δὲ τούτοις κατανοῶν τοὺς παρακειμένους δυνάστας καὶ γειτνιῶντας τῇ βασιλείᾳ τοῖς καιροῖς ἐπέχοντας καὶ προσδοκῶντας τὸ ἀποβησόμενον, ἀναδέδειχα τὸν υἱὸν Ἀντίοχον βασιλέα, ὃν πολλάκις ἀνατρέχων εἰς τὰς ἐπάνω σατραπείας τοῖς πλείστοις ὑμῶν παρεκατετιθέμην καὶ συνίστων· γέγραφα δὲ πρὸς αὐτὸν τὰ ὑπογεγραμμένα. 26παρακαλῶ οὖν ὑμᾶς καὶ ἀξιῶ μεμνημένους τῶν εὐεργεσιῶν κοινῇ καὶ κατ ἰδίαν ἕκαστον συντηρεῖν τὴν οὖσαν εὔνοιαν εἰς ἐμὲ καὶ τὸν υἱόν· 27πέπεισμαι γὰρ αὐτὸν ἐπιεικῶς καὶ φιλανθρώπως παρακολουθοῦντα τῇ ἐμῇ προαιρέσει συμπεριενεχθήσεσθαι ὑμῖν.

Lire 2 Maccabées 9 en entier

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org