Septante (AT)
2 Maccabées 8:35
35ταπεινωθεὶς ὑπὸ τῶν κατ αὐτὸν νομιζομένων ἐλαχίστων εἶναι τῇ τοῦ κυρίου βοηθείᾳ τὴν δοξικὴν ἀποθέμενος ἐσθῆτα διὰ τῆς μεσογείου δραπέτου τρόπον ἔρημον ἑαυτὸν ποιήσας ἧκεν εἰς Ἀντιόχειαν ὑπὲρ ἅπαν εὐημερηκὼς ἐπὶ τῇ τοῦ στρατοῦ διαφθορᾷ.
Contexte de 2 Maccabées 8:35
33ἐπινίκια δὲ ἄγοντες ἐν τῇ πατρίδι τοὺς ἐμπρήσαντας τοὺς ἱεροὺς πυλῶνας καὶ Καλλισθένην ὑφῆψαν εἰς ἓν οἰκίδιον πεφευγότα, καὶ τὸν ἄξιον τῆς δυσσεβείας ἐκομίσατο μισθόν. 34ὁ δὲ τρισαλιτήριος Νικάνωρ ὁ τοὺς χιλίους ἐμπόρους ἐπὶ τὴν πρᾶσιν τῶν Ιουδαίων ἀγαγὼν ταπεινωθεὶς ὑπὸ τῶν κατ αὐτὸν νομιζομένων ἐλαχίστων εἶναι τῇ τοῦ κυρίου βοηθείᾳ τὴν δοξικὴν ἀποθέμενος ἐσθῆτα διὰ τῆς μεσογείου δραπέτου τρόπον ἔρημον ἑαυτὸν ποιήσας ἧκεν εἰς Ἀντιόχειαν ὑπὲρ ἅπαν εὐημερηκὼς ἐπὶ τῇ τοῦ στρατοῦ διαφθορᾷ. 36καὶ ὁ τοῖς Ῥωμαίοις ἀναδεξάμενος φόρον ἀπὸ τῆς τῶν ἐν Ιεροσολύμοις αἰχμαλωσίας κατορθώσασθαι κατήγγελλεν ὑπέρμαχον ἔχειν τοὺς Ιουδαίους καὶ διὰ τὸν τρόπον τοῦτον ἀτρώτους εἶναι τοὺς Ιουδαίους διὰ τὸ ἀκολουθεῖν τοῖς ὑπ αὐτοῦ προτεταγμένοις νόμοις.
Lire 2 Maccabées 8 en entierSeptante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org