Septante (AT)

2 Maccabées 8:25

25τὰ δὲ χρήματα τῶν παραγεγονότων ἐπὶ τὸν ἀγορασμὸν αὐτῶν ἔλαβον· συνδιώξαντες δὲ αὐτοὺς ἐφ ἱκανὸν ἀνέλυσαν ὑπὸ τῆς ὥρας συγκλειόμενοι·

Contexte de 2 Maccabées 8:25

23ἔτι δὲ καὶ Ελεαζαρον, παραναγνοὺς τὴν ἱερὰν βίβλον καὶ δοὺς σύνθημα θεοῦ βοηθείας τῆς πρώτης σπείρας αὐτὸς προηγούμενος συνέβαλε τῷ Νικάνορι. 24γενομένου δὲ αὐτοῖς τοῦ παντοκράτορος συμμάχου κατέσφαξαν τῶν πολεμίων ὑπὲρ τοὺς ἐνακισχιλίους, τραυματίας δὲ καὶ τοῖς μέλεσιν ἀναπείρους τὸ πλεῖον μέρος τῆς τοῦ Νικάνορος στρατιᾶς ἐποίησαν, πάντας δὲ φυγεῖν ἠνάγκασαν. τὰ δὲ χρήματα τῶν παραγεγονότων ἐπὶ τὸν ἀγορασμὸν αὐτῶν ἔλαβον· συνδιώξαντες δὲ αὐτοὺς ἐφ ἱκανὸν ἀνέλυσαν ὑπὸ τῆς ὥρας συγκλειόμενοι· 26ἦν γὰρ ἡ πρὸ τοῦ σαββάτου, δι ἣν αἰτίαν οὐκ ἐμακροτόνησαν κατατρέχοντες αὐτούς. 27ὁπλολογήσαντες δὲ αὐτοὺς καὶ τὰ σκῦλα ἐκδύσαντες τῶν πολεμίων περὶ τὸ σάββατον ἐγίνοντο περισσῶς εὐλογοῦντες καὶ ἐξομολογούμενοι τῷ κυρίῳ τῷ διασώσαντι εἰς τὴν ἡμέραν ταύτην, ἀρχὴν ἐλέους τάξαντος αὐτοῖς.

Lire 2 Maccabées 8 en entier

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org