Septante (AT)
2 Maccabées 8:10
10διεστήσατο δὲ ὁ Νικάνωρ τὸν φόρον τῷ βασιλεῖ τοῖς Ῥωμαίοις ὄντα ταλάντων δισχιλίων ἐκ τῆς τῶν Ιουδαίων αἰχμαλωσίας ἐκπληρώσειν.
Contexte de 2 Maccabées 8:10
8Συνορῶν δὲ ὁ Φίλιππος κατὰ μικρὸν εἰς προκοπὴν ἐρχόμενον τὸν ἄνδρα, πυκνότερον δὲ ἐν ταῖς εὐημερίαις προβαίνοντα, πρὸς Πτολεμαῖον τὸν Κοίλης Συρίας καὶ Φοινίκης στρατηγὸν ἔγραψεν ἐπιβοηθεῖν τοῖς τοῦ βασιλέως πράγμασιν. 9ὁ δὲ ταχέως προχειρισάμενος Νικάνορα τὸν τοῦ Πατρόκλου τῶν πρώτων φίλων ἀπέστειλεν ὑποτάξας παμφύλων ἔθνη οὐκ ἐλάττους τῶν δισμυρίων τὸ σύμπαν τῆς Ιουδαίας ἐξᾶραι γένος· συνέστησεν δὲ αὐτῷ καὶ Γοργίαν ἄνδρα στρατηγὸν καὶ ἐν πολεμικαῖς χρείαις πεῖραν ἔχοντα. διεστήσατο δὲ ὁ Νικάνωρ τὸν φόρον τῷ βασιλεῖ τοῖς Ῥωμαίοις ὄντα ταλάντων δισχιλίων ἐκ τῆς τῶν Ιουδαίων αἰχμαλωσίας ἐκπληρώσειν. 11εὐθέως δὲ εἰς τὰς παραθαλασσίους πόλεις ἀπέστειλεν προκαλούμενος ἐπ ἀγορασμὸν Ιουδαίων σωμάτων ὑπισχνούμενος ἐνενήκοντα σώματα ταλάντου παραχωρήσειν οὐ προσδεχόμενος τὴν παρὰ τοῦ παντοκράτορος μέλλουσαν παρακολουθήσειν ἐπ αὐτῷ δίκην. 12τῷ δὲ Ιουδα προσέπεσεν περὶ τῆς τοῦ Νικάνορος ἐφόδου, καὶ μεταδόντος τοῖς σὺν αὐτῷ τὴν παρουσίαν τοῦ στρατοπέδου
Lire 2 Maccabées 8 en entierSeptante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org