Septante (AT)

2 Maccabées 7:8

8ὁ δὲ ἀποκριθεὶς τῇ πατρίῳ φωνῇ προσεῖπεν Οὐχί. διόπερ καὶ οὗτος τὴν ἑξῆς ἔλαβεν βάσανον ὡς ὁ πρῶτος.

Contexte de 2 Maccabées 7:8

6Ὁ κύριος ὁ θεὸς ἐφορᾷ καὶ ταῖς ἀληθείαις ἐφ ἡμῖν παρακαλεῖται, καθάπερ διὰ τῆς κατὰ πρόσωπον ἀντιμαρτυρούσης ᾠδῆς διεσάφησεν Μωυσῆς λέγων Καὶ ἐπὶ τοῖς δούλοις αὐτοῦ παρακληθήσεται. 7Μεταλλάξαντος δὲ τοῦ πρώτου τὸν τρόπον τοῦτον τὸν δεύτερον ἦγον ἐπὶ τὸν ἐμπαιγμὸν καὶ τὸ τῆς κεφαλῆς δέρμα σὺν ταῖς θριξὶν περισύραντες ἐπηρώτων Εἰ φάγεσαι πρὸ τοῦ τιμωρηθῆναι τὸ σῶμα κατὰ μέλος ; ὁ δὲ ἀποκριθεὶς τῇ πατρίῳ φωνῇ προσεῖπεν Οὐχί. διόπερ καὶ οὗτος τὴν ἑξῆς ἔλαβεν βάσανον ὡς ὁ πρῶτος. 9ἐν ἐσχάτῃ δὲ πνοῇ γενόμενος εἶπεν Σὺ μέν, ἀλάστωρ, ἐκ τοῦ παρόντος ἡμᾶς ζῆν ἀπολύεις, ὁ δὲ τοῦ κόσμου βασιλεὺς ἀποθανόντας ἡμᾶς ὑπὲρ τῶν αὐτοῦ νόμων εἰς αἰώνιον ἀναβίωσιν ζωῆς ἡμᾶς ἀναστήσει. 10Μετὰ δὲ τοῦτον ὁ τρίτος ἐνεπαίζετο καὶ τὴν γλῶσσαν αἰτηθεὶς ταχέως προέβαλεν καὶ τὰς χεῖρας εὐθαρσῶς προέτεινεν

Lire 2 Maccabées 7 en entier

Commentaires sur 2 Maccabées 7

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org