Septante (AT)

2 Maccabées 6:19

19ὁ δὲ τὸν μετ εὐκλείας θάνατον μᾶλλον ἢ τὸν μετὰ μύσους βίον ἀναδεξάμενος, αὐθαιρέτως ἐπὶ τὸ τύμπανον προσῆγεν,

Contexte de 2 Maccabées 6:19

17πλὴν ἕως ὑπομνήσεως ταῦθ ἡμῖν εἰρήσθω· δι ὀλίγων δ ἐλευστέον ἐπὶ τὴν διήγησιν. 18Ελεάζαρός τις τῶν πρωτευόντων γραμματέων, ἀνὴρ ἤδη προβεβηκὼς τὴν ἡλικίαν καὶ τὴν πρόσοψιν τοῦ προσώπου κάλλιστος, ἀναχανὼν ἠναγκάζετο φαγεῖν ὕειον κρέας. ὁ δὲ τὸν μετ εὐκλείας θάνατον μᾶλλον ἢ τὸν μετὰ μύσους βίον ἀναδεξάμενος, αὐθαιρέτως ἐπὶ τὸ τύμπανον προσῆγεν, 20προπτύσας δὲ καθ ὃν ἔδει τρόπον προσέρχεσθαι τοὺς ὑπομένοντας ἀμύνασθαι ὧν οὐ θέμις γεύσασθαι διὰ τὴν πρὸς τὸ ζῆν φιλοστοργίαν. 21οἱ δὲ πρὸς τῷ παρανόμῳ σπλαγχνισμῷ τεταγμένοι διὰ τὴν ἐκ τῶν παλαιῶν χρόνων πρὸς τὸν ἄνδρα γνῶσιν ἀπολαβόντες αὐτὸν κατ ἰδίαν παρεκάλουν ἐνέγκαντα κρέα, οἷς καθῆκον αὐτῷ χρᾶσθαι, δι αὐτοῦ παρασκευασθέντα, ὑποκριθῆναι δὲ ὡς ἐσθίοντα τὰ ὑπὸ τοῦ βασιλέως προστεταγμένα τῶν ἀπὸ τῆς θυσίας κρεῶν,

Lire 2 Maccabées 6 en entier

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org