Septante (AT)

2 Maccabées 4:42

42δι ἣν αἰτίαν πολλοὺς μὲν αὐτῶν τραυματίας ἐποίησαν, τινὰς δὲ καὶ κατέβαλον, πάντας δὲ εἰς φυγὴν συνήλασαν, αὐτὸν δὲ τὸν ἱερόσυλον παρὰ τὸ γαζοφυλάκιον ἐχειρώσαντο.

Contexte de 2 Maccabées 4:42

40ἐπεγειρομένων δὲ τῶν ὄχλων καὶ ταῖς ὀργαῖς διεμπιπλαμένων καθοπλίσας ὁ Λυσίμαχος πρὸς τρισχιλίους κατήρξατο χειρῶν ἀδίκων προηγησαμένου τινὸς Αυρανου προβεβηκότος τὴν ἡλικίαν, οὐδὲν δὲ ἧττον καὶ τὴν ἄνοιαν· 41συνιδόντες δὲ καὶ τὴν ἐπίθεσιν τοῦ Λυσιμάχου συναρπάσαντες οἱ μὲν πέτρους, οἱ δὲ ξύλων πάχη, τινὲς δὲ ἐκ τῆς παρακειμένης σποδοῦ δρασσόμενοι φύρδην ἐνετίνασσον εἰς τοὺς περὶ τὸν Λυσίμαχον· δι ἣν αἰτίαν πολλοὺς μὲν αὐτῶν τραυματίας ἐποίησαν, τινὰς δὲ καὶ κατέβαλον, πάντας δὲ εἰς φυγὴν συνήλασαν, αὐτὸν δὲ τὸν ἱερόσυλον παρὰ τὸ γαζοφυλάκιον ἐχειρώσαντο. 43περὶ δὲ τούτων ἐνέστη κρίσις πρὸς τὸν Μενέλαον. 44καταντήσαντος δὲ τοῦ βασιλέως εἰς Τύρον ἐπ αὐτοῦ τὴν δικαιολογίαν ἐποιήσαντο οἱ πεμφθέντες τρεῖς ἄνδρες ὑπὸ τῆς γερουσίας.

Lire 2 Maccabées 4 en entier

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org